Ἀγαπητοί, ὃ ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ' ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.
Καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη.
Καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
Ἀπόδοση στη νεοελληνική:
Ἀγαπητοί, ἐκεῖνο ποὺ ὑπῆρχεν ἀπὸ τὴν ἀρχήν, ἐκεῖνο ποὺ ἔχομεν ἀκούσει, ἐκεῖνο ποὺ ἔχομεν ἰδῆ μὲ τὰ μάτια μας, ἐκεῖνο ποὺ παρατηρήσαμε καὶ τὰ χέρια μας ἐψηλάφησαν, περὶ τοῦ Λόγου δηλαδὴ τῆς ζωῆς – καὶ ἡ ζωὴ ἐφανερώθηκε καὶ ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν καὶ σᾶς ἀναγγέλομεν τὴν ζωὴν τὴν αἰώνιον, ἡ ὁποία ἦτο μὲ τὸν Πατέρα καὶ ἐφανερώθηκε σ’ ἐμᾶς – ἐκεῖνο ποὺ ἔχομεν ἰδῆ καὶ ἀκούσει σᾶς ἀναγγέλομεν, διὰ νὰ ἔχετε στενὸν σύνδεσμον καὶ σεῖς μαζί μας. Ὁ στενὸς σύνδεσμός μας εἶναι μὲ τὸν Πατέρα καὶ μὲ τὸν Υἱόν του, τὸν Ἰησοῦν Χριστόν.
Σᾶς τὰ γράφομεν αὐτά, διὰ νὰ εἶναι ἡ χαρά σας πλήρης.
Καὶ αὐτὴ εἶναι ἡ ἀγγελία, τὴν ὁποίαν ἀκούσαμεν ἀπὸ αὐτὸν καὶ σᾶς ἀναγγέλομεν: ὅτι ὁ Θεὸς εἶναι φῶς καὶ δὲν ὑπάρχει καθόλου σκοτάδι εἰς αὐτόν. Ἐὰν ποῦμε ὅτι ἔχομεν στενὸν σύνδεσμον μαζί του καὶ περπατᾶμε εἰς τὸ σκοτάδι, ψευδόμεθα καὶ δὲν ἐφαρμόζομεν τὴν ἀλήθειαν. Ἀλλ’ ἐὰν περπατᾶμε εἰς τὸ φῶς, ὅπως καὶ αὐτὸς εἶναι εἰς τὸ φῶς, τότε ἔχομεν στενὸν σύνδεσμον μεταξύ μας καὶ τὸ αἶμα τοῦ Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ του μᾶς καθαρίζει ἀπὸ κάθε ἁμαρτίαν.
Ἀγαπητοί, Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.
Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.
Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Ἀπόδοση στη νεοελληνική:
Ἀγαπητοί, τὸν Θεὸν δὲν τὸν ἔχει ἰδῆ κανεὶς ποτέ. Ἐὰν ἀγαπᾶμε ὁ ἕνας τὸν ἄλλον, ὁ Θεὸς μένει μέσα μας καὶ ἡ ἀγάπη του ἔγινε τελεία μέσα μας. Μὲ τοῦτο ξέρομεν ὅτι μένομεν ἐν αὐτῷ καὶ αὐτὸς ἐν ἡμῖν, διότι μᾶς ἔδωκε ἀπὸ τὸ Πνεῦμά του. Καὶ ἐμεῖς ἔχομεν ἰδῆ καὶ μαρτυροῦμεν ὅτι ὁ Πατέρας ἔστειλε τὸν Υἱὸν Σωτῆρα τοῦ κόσμου.
Ὅποιος ὁμολογήσῃ ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς μένει ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ Θεῷ. Ἐμεῖς ἐγνωρίσαμε καὶ ἐπιστέψαμε εἰς τὴν ἀγάπην ποὺ ἔχει ὁ Θεὸς γιὰ μᾶς. Ὁ Θεὸς εἶναι ἀγάπη καὶ ὅποιος μένει εἰς τὴν ἀγάπη μένει ἐν τῷ Θεῷ καὶ ὁ Θεὸς μένει ἐν αὐτῷ. Διὰ τὸν σκοπὸν αὐτὸν ἔχει γίνει σ’ ἐμᾶς τελεία ἡ ἀγάπη: διὰ νὰ ἔχωμεν θάρρος κατὰ τὴν ἡμέραν τῆς κρίσεως, διότι καθὼς εἶναι ἐκεῖνος εἰς τὸν κόσμον τοῦτον, εἴμεθα καὶ ἐμεῖς.
Φόβος δὲν ὑπάρχει εἰς τὴν ἀγάπην, ἀλλ’ ἡ τελεία ἀγάπη διώχνει τὸν φόβον, διότι ὁ φόβος περιέχει τιμωρίαν, καὶ ἐκεῖνος ποὺ φοβᾶται δὲν εἶναι τέλειος εἰς τὴν ἀγάπην. Ἐμεῖς τὸν ἀγαπᾶμε, διότι αὐτὸς πρῶτος μᾶς ἀγάπησε.
Ἀδελφοί, εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ράβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος.
Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, εἶχε καὶ ἡ πρώτη διαθήκη διατάξεις περὶ τῆς λατρείας καὶ γήϊνον ἁγιαστήριον. Κατασκευάσθηκε δηλαδὴ τὸ πρῶτον μέρος τῆς σκηνῆς, εἰς τὸ ὁποῖον ὑπῆρχε ἡ λυχνία καὶ ἡ τράπεζα καὶ οἱ ἄρτοι τῆς προθέσεως, τὸ ὁποῖον λέγεται Ἅγια. Ὕστερα ἀπὸ τὸ δεύτερον καταπέτασμα, ἦτο τὸ μέρος τῆς σκηνῆς, τὸ ὁποῖον ὠνομάζετο Ἅγια ἁγίων. Ἐκεῖ ὑπῆρχε ἕνα χρυσὸ θυμιατήριον καὶ ἡ κιβωτὸς τῆς διαθήκης, ἡ ὁποία ἦτο ἀπὸ ὅλα τὰ μέρη σκεπασμένη μὲ χρυσάφι καὶ μέσα σ’ αὐτὴν ἦτο ἡ χρυσὴ στάμνα, ποὺ περιεῖχε τὸ μάννα, ἡ ράβδος τοῦ Ἀαρών, ποὺ εἶχε βλαστήσει, καὶ αἱ πλάκες τῆς διαθήκης. Ἐπάνω δὲ ἀπὸ τὴν κιβωτὸν ἦσαν ἀπαστράπτοντα Χερουβείμ, τὰ ὁποῖα ἐπεσκίαζαν τὸ ἱλαστήριον. Γι’ αὐτὰ δὲν εἶναι δυνατὸν νὰ μιλήσωμεν τώρα λεπτομερῶς.
Ὑπὸ αὐτὴν τὴν διάταξιν, εἰς τὸ πρῶτον μέρος τῆς σκηνῆς εἰσέρχονται πάντοτε οἱ ἱερεῖς, ὅταν ἐκτελοῦν τὰ καθήκοντα τῆς ὑπηρεσίας των, ἀλλ’ εἰς τὸ δεύτερον μέρος μπαίνει μόνον ὁ ἀρχιερεύς, μιὰ φορὰ τὸν χρόνο, καὶ ὄχι χωρὶς αἷμα, τὸ ὁποῖον προσφέρει διὰ τὸν ἑαυτόν του καὶ διὰ τὰς ἐξ ἀγνοίας ἁμαρτίας τοῦ λαοῦ.